Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.24 Dem. 32.27 (English) >>Dem. 32.32

32.26καὶ ἅμα (εἰρήσεται γάρ, ἄνδρες Ἀθηναῖοι, πᾶσα πρὸς ὑμᾶς ἀλήθεια) καὶ ἡμεῖς οἱ δεδανεικότες προσεκρούομεν αὐτῷ καὶ πικρῶς εἴχομεν, τῆς τε ζημίας ἐφʼ ἡμᾶς ἰούσης τῆς περὶ τὸν σῖτον καὶ συκοφάντην ἀντὶ χρημάτων αἰτιώμενοι τοῦτον ἡμῖν κεκομικέναι. ἐκ τούτων, οὐδὲ φύσει χρηστὸς ὢν ἅνθρωπος δῆλον ὅτι, ἐπὶ τούτους ἀποκλίνει, καὶ συγχωρεῖ τὴν δίκην ἔρημον ὀφλεῖν, ἣν οὗτος αὐτῷ λαγχάνει τότε, ὅτʼ οὔπω ταὔτʼ ἐφρόνουν. 32.27εἰ μὲν γὰρ ἀφῆκε τὸν Πρῶτον, ἐξελήλεγκτʼ ἂν εὐθέως ἡμᾶς συκοφαντῶν· ὀφλεῖν δὲ παρὼν ἐκεῖνος οὐ συνεχώρει, ἵνʼ ἐὰν μὲν αὐτῷ ποιῶσιν ὡμολογήκασιν—, εἰ δὲ μή, τὴν ἔρημον ἀντιλάχῃ. ἀλλὰ τί ταῦτα; εἰ μὲν γὰρ γέγραφεν οὗτος εἰς τὸ ἔγκλημʼ ἐποίει, οὐκ ὀφλεῖν ἂν δίκην δικαίως, ἀλλʼ ἀποθανεῖν Πρῶτος ἔμοιγε δοκεῖ. εἰ γὰρ ἐν κακοῖς καὶ χειμῶνι τοσοῦτον οἶνον ἔπινεν ὥσθʼ ὅμοιον εἶναι μανίᾳ, τί οὐκ ἄξιός ἐστι παθεῖν; 32.28 εἰ γράμματʼ ἔκλεπτεν; εἰ ὑπανέῳγεν; ἀλλὰ ταῦτα μὲν αὐτοὶ πρὸς ἑαυτοὺς ὑμεῖς ὅπως ποτʼ ἔχει διακρινεῖσθε· τῇ δʼ ἐμῇ δίκῃ μηδὲν ἐκείνης πρόσαγε. εἴ τί σʼ ἠδίκηκεν Πρῶτος λέγων ποιῶν, ἔχεις ὡς ἔοικε δίκην· οὐδεὶς ἡμῶν ἐκώλυεν, οὐδὲ νῦν παραιτεῖται. εἰ σεσυκοφάντηκας, οὐ περιεργαζόμεθα. 32.29νὴ Δίʼ, ἀλλʼ ἐκποδών ἐστιν ἅνθρωπος. διά γʼ ὑμᾶς, ἵνα τάς τε μαρτυρίας τὰς ἡμετέρας λίπῃ, καὶ νῦν ὑμεῖς τι ἂν βούλησθε λέγητε κατʼ αὐτοῦ. εἰ γὰρ μὴ διʼ ὑμῶν ἔρημος ἐγίγνεθʼ δίκη, ἅμʼ ἂν αὐτὸν προσεκαλοῦ καὶ κατηγγύας πρὸς τὸν πολέμαρχον, καὶ εἰ μὲν κατέστησέ σοι τοὺς ἐγγυητάς, μένειν ἠναγκάζετʼ ἄν, σὺ παρʼ ὧν λήψει δίκην ἑτοίμους εἶχες, εἰ δὲ μὴ κατέστησεν, εἰς τὸ οἴκημʼ ἂν ᾔει.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 32.24 Dem. 32.27 (English) >>Dem. 32.32

Powered by PhiloLogic